ΒΥΖΑΝΤΙΝΗ ΜΟΥΣΙΚΗ
Θεωρητικές Σημειώσεις

 

Περὶ Καλλιφωνιῶν
 (μιὰ σχετικὴ ἀναφορὰ ἀπὸ τὸν Βαλσαμῶνα, 1205μ.Χ.)

 

Ὁ Θεόδωρος Βαλσαμῶν, στὴν ἐρμηνεία τοῦ Κανόνος ΟΕ' τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου, ἀναφέρει [PG, 137,769]:

«ΒΑΛΣ. Αἱ τοῦ Θεοῦ ἐκκλησίαι οἶκοι προσευχῶν λέγονται· ὅθεν καὶ οἱ προσευχόμενοι παρακαλεῖν τὸν Θεὸν ὀφείλουσι μετὰ δακρύων καὶ ταπεινώσεως, οὐ μὴν μετὰ ἀτάκτου καὶ ἀναιδοῦς σχήματος. Διωρίσαντο οὖν οἱ Πατέρες, μὴ γίνεσθαι τὰ ἱερὰ ψαλμῳδήματα διὰ βοῶν ἀτάκτων καὶ ἐπιτεταμένων [Α: ἀμανετζίδικες κορώνες...] καὶ τὴν φύσιν παραβιαζομένων· μήτε τὴν διά τινων καλλιφωνιῶν ἀνοικείων τῇ ἐκκλησιαστικῇ καταστάσει καὶ ἀκολουθίᾳ, οἷα εἰσι τὰ θυμελικὰ μέλη [θυμελικός = τῆς θυμέλης, θεατρικός], καὶ αἱ περιτταὶ ποικιλίαι τῶν φωνῶν· ἀλλὰ μετὰ πολλῆς κατανύξεως καὶ θεαρέστου τρόπου προσάγειν τῷ Θεῷ τὰς εὐχάς, τῷ εἰδότι τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν. Ταῦτα δὲ παρεκελεύσαντο ἀκολούθως τῷ εὐαγγελικῷ ῥητῷ, τῷ διοριζομένῳ μὴ κατὰ ἐθνικοὺς εὔχεσθαι ἡμᾶς μετὰ βαττολογίας καὶ κραυγῆς, ὡς οἱομένους εἰσακουσθῆναι διὰ τὴν πολυλογίαν ἡμῶν, ἀλλ' ἐν τῷ κρυπτῷ προσάγειν τὸν ὕμνον τῷ Θεῷ· ποιεῖν δὲ καὶ τὰς αἰτήσεις ὁμοίως, ἵνα καὶ ὁ Πατὴρ ἡμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσῃ ἡμῖν ἐν τῷ φανερῷ. Ἐπεὶ δέ, φασί, καὶ ὁ Μωσαϊκὸς νόμος εἶπεν ἐν τῷ Λευϊτικῷ· Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ, μᾶλλον ἡμεῖς, οἱ τοῦ νόμου τούτου δεξάμενοι τὸ πλήρωμα, ὀφείλομεν εὐλαβέστεροι εἶναι, καὶ κατὰ τὰ νενομισμένα πολιτεύεσθαι. Ἐπεὶ δὲ παρὰ διαφόροις ἁγιωτάτοις πατριάρχαις ἐλαλήθη μὴ μόνον ἐν ταῖς ἑορταῖς γίνεσθαι τοιαῦτα παρὰ τῶν ψαλτῶν, ἀλλὰ καὶ ἐν παννυχίσι καὶ μνημοσύνοις τεθνεώτων· γεγόνασι διάφορα σημειώματα συνοδικὰ ἀφορισμῷ καθυποβάλλοντα τοὺς τοιαῦτα ποιοῦντας, καὶ μὴ διὰ ψαλμῳδημάτων καὶ ἀλληλουϊαρίων λιτῶν καὶ ψαλλομένων κατὰ τὸ θεμέλιον τῆς ἐκκλησίας ἐκπληροῦντας τὴν παννύχιον ψαλμῳδίαν. Ἀνάγνωθι καὶ τῆς ἐν Καρθαγένῃ (85) συνόδου κανόνα ρη', καὶ τὰ ἐν αὐτῷ γραφέντα. Ὡσαύτως ἀνάγνωθι καὶ τὸν εἰς τὰ Σεραφιμὰ καὶ εἰς τό, Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, λόγον τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Κωλύει γὰρ τὰς θυμελικὰς ψαλμῳδίας καὶ ὀρχήσεις τῶν χειρῶν καὶ τὰς ἐκτεταμένας φωνὰς καὶ κινήσεις

 

[Ἂν θέλεις, διάβασε καὶ ἐδῶ]

Ἀρχικό: 07/10/2006
Τρέχον: 14/02/2010
panayiotis@analogion.net